Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς.
- ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
- πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
- ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
- καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.
- οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
- τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.
- οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.
- αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
- ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;
- αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.
- μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
- μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.
- ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
- τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
- κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
- σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
- ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
- τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
- ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.