Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
- γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
- τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,
- χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
- ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
- ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
- στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
- ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
- πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,
- στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν
- δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
- τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·
- κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
- μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.
- τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει
- καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
- λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.
- αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς