Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων
  2. ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
  3. προβαίνοντες τὸν χερομυσῆ
  4. φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορός
  1. ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
  2. θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων
  3. πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓—
  4. δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
  5. βίᾳ φρενῶν αἰνέσαι
  6. πικρὸν στύγος κρατούσῃ.
  7. δακρύω δʼ ὑφʼ εἱμάτων
  8. ματαίοισι δεσποτᾶν
  9. τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
Ἠλέκτρα
  1. δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
  2. ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
  3. πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
  4. τί φῶ χέουσα τάσδε κηδείους χοάς;
  5. πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;