Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
  1. λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός
  1. φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
  1. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
Χορός
  1. πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
  1. ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;
Χορός
  1. αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
Ἠλέκτρα
  1. τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
  1. μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
Ἠλέκτρα
  1. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
  1. τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
Ἠλέκτρα
  1. τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
Χορός
  1. ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
Ἠλέκτρα
  1. πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
Χορός
  1. ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα
  1. καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός
  1. πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
  1. κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,