Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.
Αἴγισθος
  1. ἒ ἔ, ὀτοτοτοῖ.
Χορός
  1. ἔα ἔα μάλα·
  2. πῶς ἔχει; πῶς κέκρανται δόμοις;
  3. ἀποσταθῶμεν πράγματος τελουμένου,
  4. ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν
  5. εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
  1. οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·
  2. οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
  3. Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε
  4. ὅπως τάχιστα, καὶ γυναικείους πύλας
  5. μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,
  6. οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
  7. ἰοὺ ἰού.
  8. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
  9. ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
  10. ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
  11. αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμνήστρα
  1. τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης
  1. τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.