Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
- ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
- ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
- ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,
- εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
- εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
- οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.
- Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
- τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,
- ὑπὸ δʼ εὐνοίας
- πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;
- νῦν γὰρ μέλλουσι μιανθεῖσαι
- πειραὶ κοπάνων ἀνδροδαΐκτων
- ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
- οἴκων ὄλεθρον διὰ παντός,
- ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ
- δαίων ἀρχάς τε πολισσονόμους
- πατέρων θʼ ἕξει μέγαν ὄλβον.
- τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
- δισσοῖς μέλλει θεῖος Ὀρέστης