Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐπαΰσας πατρὸς αὐδὰν
  2. θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν
  3. καὶ πέραινʼ ἀνεπίμομφον ἄταν.
Χορός
  1. Περσέως τʼ ἐν φρεσὶν
  2. καρδίαν ἀνασχεθών,
  3. τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,
  4. τοῖς τʼ ἄνωθεν πρόπρασ-
  5. σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν
  6. φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ
  7. ἐξαπολλύων μόρου.
Αἴγισθος
  1. ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
  2. νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
  3. ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
  4. μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις
  5. γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
  6. τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
  7. πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
  8. ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
  9. πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
  10. τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;