Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά.
- ἄσκοπον δʼ ἔπος λέγων
- νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει,
- καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.
- καὶ τότʼ ἤδη κλυτὸν
- δωμάτων λυτήριον,
- θῆλυν οὐριοστάταν οὐδʼ
- ὀξύκρεκτον γοα-
- τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ·
- ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ-
- τα δʼ ἀποστατεῖ φίλων.
- σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
- ἐπαΰσας πατρὸς αὐδὰν
- θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν
- καὶ πέραινʼ ἀνεπίμομφον ἄταν.
- Περσέως τʼ ἐν φρεσὶν
- καρδίαν ἀνασχεθών,
- τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,