Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς
- μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
- τοῦτʼ ἰδεῖν διὰ πέδον
- ἀνομένων βημάτων ὄρεγμα;
- οἵ τʼ ἔσω δωμάτων
- πλουτογαθῆ μυχὸν νομίζετε,
- κλῦτε, σύμφρονες θεοί·
- ἄγετε τῶν πάλαι πεπραγμένων
- λύσασθʼ αἷμα προσφάτοις δίκαις.
- γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.
- τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
- στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
- καί νιν ἐλευθερίας φῶς
- λαμπρὸν ἰδεῖν φιλίοις
- ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
- ξυλλάβοι δʼ ἐνδίκως
- παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
- πρᾶξιν οὐρίαν θέλων·