Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοῖς τʼ ἄνωθεν πρόπρασ-
- σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν
- φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ
- ἐξαπολλύων μόρου.
- ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
- νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
- ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
- μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις
- γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
- τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
- πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
- ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
- πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
- τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
- ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
- ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
- ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
- ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,