Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
- ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·
- τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
- φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
- ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
- κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
- καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ
- τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
- τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
- οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,
- εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
- ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
- τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
- ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
- γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
- ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
- ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·
- τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
- στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον
- οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.