Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἀνήλιοι βροτοστυγεῖς
- δνόφοι καλύπτουσι δόμους
- δεσποτῶν θανάτοισι.
- σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
- διʼ ὤτων φρενός τε
- δαμίας περαῖνον
- νῦν ἀφίσταται. φοβεῖ-
- ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
- τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
- ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
- ταχεῖα τοὺς μὲν ἐν φάει,
- τὰ δʼ ἐν μεταιχμίῳ σκότου
- μένει χρονίζοντας ἄχη βρύει,
- τοὺς δʼ ἄκραντος ἔχει νύξ.
- διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ
- τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
- διαλγὴς δʼ ἄτα διαφέρει
- τὸν αἴτιον παναρκέτας νόσου βρύειν.