Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
- πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
- ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
- ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,
- καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
- στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
- εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
- ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν
- ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
- στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ
- εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,
- ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
- ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
- Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
- ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,
- πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
- τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
- εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
- εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
- θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.