Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
- σέβας παρεκβάντος οὐ θεμιστῶς.
- Δίκας δʼ ἐρείδεται πυθμήν·
- προχαλκεύει δʼ Αἶσα φασγανουργός·
- τέκνον δʼ ἐπεισφέρει δόμοισιν
- αἱμάτων παλαιτέρων τίνειν μύσος
- χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
- παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
- τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
- τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
- εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
- εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
- ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
- πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
- τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
- σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
- ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
- ἐξελθέτω τις δωμάτων τελεσφόρος
- γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
- αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους