Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
  2. σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
  3. τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
  4. τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
  5. οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
Κλυταιμνήστρα
  1. οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
  2. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
  3. ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
  4. τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
  5. φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
  6. καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
  7. ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
  8. νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
  9. ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ὀρέστης
  1. ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν
  2. κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
  3. γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
  4. ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
  5. πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
  6. τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,