Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. γυναικείαν τʼ ἄτολμον αἰχμάν.
Χορός
  1. κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
  2. λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-
  3. πτυστον· ᾔκασεν δέ τις
  4. τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
  5. θεοστυγήτῳ δʼ ἄχει
  6. βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
  7. σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
  8. τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;
Χορός
  1. τὸ δʼ ἄγχι πλευμόνων ξίφος
  2. διανταίαν ὀξυπευκὲς οὐτᾷ
  3. διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
  4. λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
  5. σέβας παρεκβάντος οὐ θεμιστῶς.
Χορός
  1. Δίκας δʼ ἐρείδεται πυθμήν·
  2. προχαλκεύει δʼ Αἶσα φασγανουργός·
  3. τέκνον δʼ ἐπεισφέρει δόμοισιν
  4. αἱμάτων παλαιτέρων τίνειν μύσος