Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
Ὀρέστης
  1. παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
  2. τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
  3. τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
  4. εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης
  1. εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
  1. ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
  2. πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
  3. τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
  4. σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
  5. ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
  6. ἐξελθέτω τις δωμάτων τελεσφόρος
  7. γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
  8. αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
  9. λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
  10. πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
  1. ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
  2. ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,