Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μοιρόκραντον ἐς ἆμαρ.
Χορός
  1. ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν
  2. φοινίαν κόραν,
  3. ἅτʼ ἐχθρῶν ὑπαὶ
  4. φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς
  5. χρυσοκμήτοισιν ὅρμοις
  6. πιθήσασα δώροισι Μίνω,
  7. Νῖσον ἀθανάτας τριχὸς
  8. νοσφίσασʼ ἀπροβούλως
  9. πνέονθʼ ἁ κυνόφρων ὕπνῳ.
  10. κιγχάνει δέ μιν Ἑρμῆς.
Χορός
  1. ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχων
  2. πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-
  3. λευμʼ ἀπεύχετον δόμοις
  4. γυναικοβούλους τε μήτιδας φρενῶν
  5. ἐπʼ ἀνδρὶ τευχεσφόρῳ,
  6. ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
  7. τίω δʼ ἀθέρμαντον ἑστίαν δόμων