Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἀλλʼ ὑπέρτολμον ἀν-
  2. δρὸς φρόνημα τίς λέγοι
  3. καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ
  4. παντόλμους ἔρωτας
  5. ἄταισι συννόμους βροτῶν;
  6. ξυζύγους δʼ ὁμαυλίας
  7. θηλυκρατὴς ἀπέρω-
  8. τος ἔρως παρανικᾷ
  9. κνωδάλων τε καὶ βροτῶν.
Χορός
  1. ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος
  2. φροντίσιν, δαεὶς
  3. τὰν ἁ παιδολυ-
  4. μὰς τάλαινα Θεστιὰς μήσατο
  5. πυρδαῆτιν πρόνοιαν,
  6. καταίθουσα παιδὸς δαφοινὸν
  7. δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν
  8. ματρόθεν κελάδησε,
  9. ξύμμετρόν τε διαὶ βίου