Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
- φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
- ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
- νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
- ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
- ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
- σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
- τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,
- ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
- πολλὰ μὲν γᾶ τρέφει
- δεινὰ καὶ δειμάτων ἄχη,
- πόντιαί τʼ ἀγκάλαι κνωδάλων
- ἀνταίων βρύουσι·
- πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι
- λαμπάδες πεδάοροι,
- πτανά τε καὶ πεδοβά-
- μονα κἀνεμοέντʼ ἂν
- αἰγίδων φράσαι κότον.