Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θανόντες, καὶ Λοξίας ἐφήμισεν,
- ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
- ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
- ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας
- Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
- ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
- γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
- καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
- δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
- μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ
- δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·
- τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
- Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;
- εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
- κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
- ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
- ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,
- πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν