Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
  2. τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.
  3. κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
  4. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
  5. οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
  6. καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,
  7. θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,
  8. ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,
  9. δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
  10. θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ
  11. κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
Χορός
  1. τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.
  2. γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,
  3. τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
  1. ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
  2. αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
  3. ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
  4. δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ