Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.
Χορός
  1. οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων
  2. καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
  3. χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ὀρέστης
  1. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;
Χορός
  1. τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης
  1. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός
  1. ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης
  1. τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
Χορός
  1. αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
Ὀρέστης
  1. καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορός
  1. ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης
  1. οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
Χορός
  1. ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
  2. πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
  3. λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
  4. πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,
  5. ἄκος τομαῖον ἐλπίσασα πημάτων.