Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,
- πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
- μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;
- θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις
- ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.
- τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.
- τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος
- ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.
- θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.
- οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων
- καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
- χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
- ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;
- τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.
- καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
- ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.