Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
- αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
- καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
- ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
- οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
- ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
- πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
- λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
- πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,
- ἄκος τομαῖον ἐλπίσασα πημάτων.
- ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
- τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.
- κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
- εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
- οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
- καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,