Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
- εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.
- καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,
- ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·
- οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,
- καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
- οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
- παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
- θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,
- τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
- ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.
- αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
- καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,
- τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
- τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
- ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.