Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τορὸς δὲ Φοῖβος ὀρθόθριξ
  2. δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
  3. πνέων, ἀωρόνυκτον ἀμβόαμα
  4. μυχόθεν ἔλακε περὶ φόβῳ,
  5. γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
  6. κριταί τε τῶνδʼ ὀνειράτων
  7. θεόθεν ἔλακον ὑπέγγυοι
  8. μέμφεσθαι τοὺς γᾶς
  9. νέρθεν περιθύμως
  10. τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
Χορός
  1. τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
  2. ἰὼ γαῖα μαῖα,
  3. μωμένα μʼ ἰάλλει
  4. δύσθεος γυνά. φοβοῦ-
  5. μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
  6. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
  7. ἰὼ πάνοιζυς ἑστία,
  8. ἰὼ κατασκαφαὶ δόμων.