Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.
Χορός
  1. τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.
  2. τὸ μόρσιμον μένει πάλαι,
  3. εὐχομένοις δʼ ἂν ἔλθοι.
Χορός
  1. ὦ πόνος ἐγγενὴς
  2. καὶ παράμουσος Ἄτας
  3. αἱματόεσσα πλαγά.
  4. ἰὼ δύστονʼ ἄφερτα κήδη·
  5. ἰὼ δυσκατάπαυστον ἄλγος.
Χορός
  1. δώμασιν ἔμμοτον
  2. τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων
  3. ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,
  4. διʼ ὠμὰν ἔριν αἱματηράν.
  5. θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.
Χορός
  1. ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
  2. τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν
  3. παισὶν προφρόνως ἐπὶ νίκῃ.
Ὀρέστης
  1. πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
  2. αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
Ἠλέκτρα
  1. κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,