Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μόρον κτίσαι μωμένα
- ἄφερτον αἰῶνι σῷ.
- κλύεις πατρῴους δύας ἀτίμους.
- λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν
- ἄτιμος, οὐδὲν ἀξία·
- μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
- ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
- χέουσα πολύδακρυν γόον κεκρυμμένα.
- τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯.
- διʼ ὤτων δὲ συν-
- τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
- τὰ μὲν γὰρ οὕτως ἔχει,
- τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.
- πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.
- σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
- ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.
- στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·
- ἄκουσον ἐς φάος μολών,
- ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
- Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.