Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.
- οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
- κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ
- ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
- κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
- οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
- πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
- ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.
- ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος.
- μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
- μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.
- πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
- αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
- ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;
- ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
- ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
- ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
- εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.
- καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,
- ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·