Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- λύκος γὰρ ὥστʼ ὠμόφρων
- ἄσαντος ἐκ ματρός ἐστι θυμός.
- ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
- νόμοις ἰηλεμιστρίας,
- ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν
- ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
- ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει
- κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
- ἰὼ ἰὼ δαΐα
- πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
- ἄνευ πολιτᾶν ἄνακτʼ,
- ἄνευ δὲ πενθημάτων
- ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
- τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
- πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει
- ἕκατι μὲν δαιμόνων,
- ἕκατι δʼ ἀμᾶν χερῶν;
- ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.
- ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·
- ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει,