Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
  2. αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
  3. παρὰ τῶν πρότερον φθιμένων ἄτην
  4. ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
Ὀρέστης
  1. πόποι δὴ νερτέρων τυραννίδες,
  2. ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
  3. ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως
  4. ἔχοντα καὶ δωμάτων
  5. ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
Χορός
  1. πέπαλται δαὖτὲ μοι φίλον κέαρ
  2. τόνδε κλύουσαν οἶκτον
  3. καὶ τότε μὲν δύσελπις,
  4. σπλάγχνα δέ μοι κελαινοῦ-
  5. ται πρὸς ἔπος κλυούσᾳ.
  6. ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ
  7. ἐλπὶς, ἀπέστασεν ἄχος
  8. προσφανεῖσά μοι καλῶς.
Ἠλέκτρα
  1. τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ
  2. πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
  3. πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.