Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
- θείη κελάδους εὐφθογγοτέρους·
- ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
- παιὰν μελάθροις ἐν βασιλείοις
- νεοκρᾶτα φίλον κομίσειεν.
- εἰ γὰρ ὑπʼ Ἰλίῳ
- πρός τινος Λυκίων, πάτερ,
- δορίτμητος κατηναρίσθης·
- λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
- τέκνων τʼ ἐν κελεύθοις
- ἐπιστρεπτὸν αἰῶ
- κτίσας πολύχωστον ἂν εἶχες
- τάφον διαποντίου γᾶς
- δώμασιν εὐφόρητον,
- φίλος φίλοισι τοῖς
- ἐκεῖ καλῶς θανοῦσιν
- κατὰ χθονὸς ἐμπρέπων
- σεμνότιμος ἀνάκτωρ,
- πρόπολός τε τῶν μεγίστων
- χθονίων ἐκεῖ τυράννων·