Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ρον; χάριτες δʼ ὁμοίως
- κέκληνται γόος εὐκλεὴς
- προσθοδόμοις Ἀτρείδαις.
- τέκνον, φρόνημα τοῦ
- θανόντος οὐ δαμάζει
- πυρὸς ἡ μαλερὰ γνάθος,
- φαίνει δʼ ὕστερον ὀργάς·
- ὀτοτύζεται δʼ ὁ θνῄσκων,
- ἀναφαίνεται δʼ ὁ βλάπτων.
- πατέρων τε καὶ τεκόντων
- γόος ἔνδικος ματεύει
- τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
- κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
- πολυδάκρυτα πένθη.
- δίπαις τοί σʼ ἐπιτύμβιος
- θρῆνος ἀναστενάζει.
- τάφος δʼ ἱκέτας δέδεκται
- φυγάδας θʼ ὁμοίως.
- τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;
- οὐκ ἀτρίακτος ἄτα;