Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,
- μόριμον λάχος πιπλάντων
- χεροῖν πεισίβροτόν τε βάκτρον.
- μηδʼ ὑπὸ Τρωίας
- τείχεσι φθίμενος, πάτερ,
- μετʼ ἄλλῳ δουρικμῆτι λαῷ
- παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
- πάρος δʼ οἱ κτανόντες
- νιν οὕτως δαμῆναι
- φίλοις, θανατηφόρον αἶσαν
- πρόσω τινὰ πυνθάνεσθαι
- τῶνδε πόνων ἄπειρον.
- ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
- μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
- μείζονα φωνεῖς· δύνασαι γάρ.
- ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
- δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
- κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
- χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
- παισὶ δὲ μᾶλλον γεγένηται.