Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
- καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
- τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
- Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
- δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.
- θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.
- ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν
- τῇδε τελευτᾶν,
- τὸ δίκαιον μεταβαίνει.
- ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
- γλῶσσα τελείσθω· τοὐφειλόμενον
- πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·
- ἀντὶ δὲ πληγῆς φονίας φονίαν
- πληγὴν τινέτω. δράσαντι παθεῖν,
- τριγέρων μῦθος τάδε φωνεῖ.
- ὦ πάτερ αἰνόπατερ, τί σοι
- φάμενος ἢ τί ῥέξας
- τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,
- ἔνθα σʼ ἔχουσιν εὐναί,
- σκότῳ φάος ἀντίμοι-