Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
  2. λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
  3. λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·
  4. ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων
  5. ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
  6. τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
  7. ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
  8. καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
  9. ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν
  10. κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
  11. χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
  12. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
  13. εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
  14. βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
  15. μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά.
  16. πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
  17. κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
  18. τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
  19. κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.
  20. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,