Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
- Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ
- ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης
- σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.
- ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
- νέου δὲ μύθου τοῦδε κοινωνήσατε·
- λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
- ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
- τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;
- εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.
- πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
- οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
- ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
- καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—
- ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
- αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
- μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
- μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.
- καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;
- ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.