Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
- εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
- κἀμοὶ προσέστη καρδίας κλυδώνιον
- χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·
- ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
- σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
- πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
- ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;
- ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,
- ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
- φρόνημα παισὶ δύσθεον πεπαμένη.
- ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,
- εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου
- βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.
- φεῦ.
- εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,
- ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,
- ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,
- εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
- ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ