Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
- μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.
- ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
- λέγω φανῆναί σου, πάτερ, τιμάορον,
- καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
- ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
- κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
- ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
- σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
- τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
- ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
- παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
- ἵετε δάκρυ καναχὲς ὀλόμενον
- ὀλομένῳ δεσπότᾳ
- πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ
- ἀπότροπον ἄγος ἀπεύχετον
- κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
- βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.
- ὀτοτοτοτοτοτοτοῖ,
- ἴτω τις δορυ-