Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
  2. ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορός
  1. ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
  2. φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,
  3. ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
  4. δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
  1. ἆ, ἆ.
  2. δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
  3. φαιοχίτωνες καὶ πεπλεκτανημέναι
  4. πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
Χορός
  1. τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
  2. στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
  1. οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
  2. σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
  1. ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
  2. ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
  1. ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
  2. κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.