Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
- ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.
- ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις
- κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,
- πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
- καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
- τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ
- πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς
- εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·
- τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
- καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος
- ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
- μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,
- πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
- φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν
- ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
- καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
- τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·