Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
  2. ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης
  1. ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
  2. ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
Χορός
  1. ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
  2. θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Χορός
  1. ὅδε τοι μελάθροις τοῖς βασιλείοις
  2. τρίτος αὖ χειμὼν
  3. πνεύσας γονίας ἐτελέσθη.
  4. παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
  5. μόχθοι τάλανές τε Θυέστου·
  6. δεύτερον ἀνδρὸς βασίλεια πάθη·
  7. λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν
  8. πολέμαρχος ἀνήρ·
  9. νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
  10. ἢ μόρον εἴπω;
  11. ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
  12. μετακοιμισθὲν μένος ἄτης;