Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
- τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·
- ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
- ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
- ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
- φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,
- ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
- δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
- ἆ, ἆ.
- δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
- φαιοχίτωνες καὶ πεπλεκτανημέναι
- πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
- τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
- στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
- οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
- σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
- ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
- ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
- ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
- κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.