Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. στυγερῷ θανάτῳ διεπράχθης.
  2. ἒ ἔ,
  3. μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
  1. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
  2. φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
  3. φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
  4. πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
  5. νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
  6. πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.
  7. ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
  8. ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
Χορός
  1. οὔτις μερόπων ἀσινὴς βίοτον
  2. διὰ παντὸς ἀπήμονʼ ἀμείψει.
  3. ἒ ἔ,
  4. μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.
Ὀρέστης
  1. ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,
  2. ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
  3. ἐξωτέρω· φέρουσι γὰρ νικώμενον