Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
  2. ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
  3. ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
  4. φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,
  5. τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
  6. σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον
  7. τόλμης ἕκατι κἀκδίκου φρονήματος.
  8. τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
  9. ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
  10. δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
  11. ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
  12. τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
  13. ξένων ἀπαιόλημα κἀργυροστερῆ
  14. βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
  15. πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
  16. τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
  17. γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορός
  1. αἰαῖ αἰαῖ μελέων ἔργων·