Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐκτείνατ᾽ αὐτὸ[*](αὐτὸ Auratus: αὐτὸν M) καὶ κύκλῳ παρασταδὸν
- στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,
- οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε
- Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
- ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
- ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
- τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω[*](λέγω e schol. Turnebus: ψέγω M) μόρον:
- ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος,[*](νόμος Portus: νόμου M) δίκην:
- ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
- ἐξ οὗ[*](ἐξ οὗ Robortello: ἐκ σοῦ M) τέκνων ἤνεγχ᾽[*](ἤνεγχ᾽ Victorius: ην ἔχη M) ὑπὸ ζώνην βάρος,
- φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,
- τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽[*](γ᾽ εἴτ᾽ Hermann: τ᾽ ἤτ᾽ M: γ᾽ supra prius τ᾽ scr. m) ἔχιδν᾽ ἔφυ
- σήπειν θιγοῦσ᾽[*](θίγουσ᾽ ἂν (sic) Robortello: θίγουσαν M) ἂν ἄλλον οὐ δεδηγμένον
- τόλμης ἕκατι κἀκδίκου[*](κἀκδίκου H. L. Ahrens: κἀνδίκου M) φρονήματος.[*](983-in codd. post φρονήματος (1004) leguntur: huc transtulit Scholefield)
- τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
- γένοιτ᾽: ὀλοίμην πρόσθεν[*](πρόσθεν Turnebus: πρόσθ᾽ M) ἐκ θεῶν ἄπαις.