Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
- φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
- πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
- νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
- πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.
- ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
- ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
- ἀλλ᾽ ὡς ἂν[*](ἀλλ᾽ ὡς ἂν Blomfield, εἰδῆτ᾽ Martin, οὐ γὰρ Erfurdt: ἀλλοσἂν εἰ δὴ τοῦτ᾽ ἂρ M) εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
- ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ[*](ἡνιοστροφῶ Stanley: ἡνιοστρόφου M) δρόμου
- ἐξωτέρω: φέρουσι γὰρ νικώμενον
- φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος
- ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
- ἕως δ᾽ ἔτ᾽[*](ἕως δ᾽ ἔτ᾽ Robortello: ἕως δέ τ᾽ m: nihil M) ἔμφρων εἰμί, κηρύσσω φίλοις,
- κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
- πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
- καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
- τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ