Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μετοίκοις δόμων[*](μετοίκοις δόμων Schütz: μετοικοδόμων M) πεσοῦνται πάλιν†.[*](969-locus vix sanandus)
Χορόσ???
  1. πάρα τὸ φῶς ἰδεῖν.[*](post 972 iterat 962-4 Schneider)
Ὀρέστης
  1. ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
  2. πατροκτόνους τε δωμάτων πορθήτορας.
  3. σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
  4. φίλοι δὲ[*](δὲ Abresch: τε M) καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
  5. πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
  6. ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ[*](ἀθλίῳ Portus: ἀθλίως M) πατρὶ
  7. καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.
  8. ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,
  9. τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
  10. πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
  11. τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
  12. ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
  13. δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
  14. ἄρκυν τ᾽[*](τ᾽ Hermann: δ᾽ M) ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
  15. τοιοῦτον ἂν[*](τοιοῦτον ἂν Turnebus: τοιοῦτο μὰν M) κτήσαιτο φηλήτης[*](φηλήτης Scaliger: φιλήτης M) ἀνήρ,
  16. ξένων ἀπαιόλημα κἀργυροστερῆ
  17. βίον νομίζων,[*](νομίζων Turnebus: νομίζω M) τῷδέ τ᾽ ἂν δολώματι
  18. πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.[*](φρένα Lobeck: φρενί M)