Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
- φίλοι δὲ[*](δὲ Abresch: τε M) καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
- πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
- ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ[*](ἀθλίῳ Portus: ἀθλίως M) πατρὶ
- καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.
- ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,